Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.103 Joseph. AJ 7.106 (English) >>Joseph. AJ 7.110

7.105ἀνέθηκε τῷ θεῷ εἰς Ἱεροσόλυμα, ἃς ὕστερον τῶν Αἰγυπτίων βασιλεὺς Σούσακος στρατεύσας ἐπὶ τὸν υἱωνὸν αὐτοῦ Ῥοβόαμον ἔλαβε καὶ πολὺν ἄλλον ἐκ τῶν Ἱεροσολύμων ἐξεφόρησε πλοῦτον· ταῦτα μὲν ὅταν ἔλθωμεν ἐπὶ τὸν οἰκεῖον αὐτῶν τόπον δηλώσομεν. δὲ τῶν Ἑβραίων βασιλεὺς τοῦ θεοῦ συμπνέοντος αὐτῷ καὶ τοὺς πολέμους συγκατορθοῦντος καὶ ταῖς καλλίσταις τῶν Ἀνδραζάρου πόλεων ἐπεστράτευσε Βατταίᾳ καὶ Μάχωνι, καὶ λαβὼν αὐτὰς κατὰ κράτος διήρπασε. 7.106χρυσὸς δʼ ἐν αὐταῖς εὑρέθη πάμπολυς καὶ ἄργυρος ἔτι δὲ καὶ χαλκός, ὃν τοῦ χρυσοῦ κρείττονʼ ἔλεγον, ἐξ οὗ καὶ Σολόμων τὸ μέγα σκεῦος θάλασσαν δὲ καλούμενον ἐποίησε καὶ τοὺς καλλίστους ἐκείνους λουτῆρας, ὅτε τῷ θεῷ τὸν ναὸν κατεσκεύασεν. 7.107

Ὡς δὲ τῆς Ἀμάθης βασιλεὺς τὰ περὶ τὸν Ἀνδράζαρον ἐπύθετο καὶ τὴν δύναμιν αὐτοῦ διεφθαρμένην ἤκουσε, δείσας περὶ αὑτῷ καὶ τὸν Δαυίδην πρὶν ἐπʼ αὐτὸν ἔλθοι φιλίᾳ καὶ πίστει γνοὺς ἐνδήσασθαι, πέμπει πρὸς αὐτὸν Ἀδώραμον υἱὸν αὐτοῦ καὶ περὶ τοῦ τὸν Ἀνδράζαρον ἐχθρὸν ὄντʼ αὐτῷ πολεμῆσαι χάριν ἔχειν ὁμολογῶν, καὶ συμμαχίαν πρὸς αὐτὸν καὶ φιλίαν ποιούμενος. 7.108ἔπεμψε δʼ αὐτῷ καὶ δῶρα σκεύη τῆς ἀρχαίας κατασκευῆς χρύσεα καὶ ἀργύρεα καὶ χάλκεα. Δαυίδης δὲ ποιησάμενος τὴν συμμαχίαν πρὸς τὸν Θαῖνον, τοῦτο γὰρ ἦν ὄνομα τῷ βασιλεῖ τῆς Ἀμάθης, καὶ τὰ δῶρα δεξάμενος ἀπέλυσεν αὐτοῦ τὸν υἱὸν μετὰ τιμῆς τῆς πρεπούσης ἑκατέροις. τὰ δὲ πεμφθέντα ὑπʼ αὐτοῦ καὶ τὸν ἄλλον χρυσὸν καὶ ἄργυρον, ὃν ἐκ τῶν πόλεων εἰλήφει καὶ τῶν κεχειρωμένων ἐθνῶν, φέρων ἀνατίθησι τῷ θεῷ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.103 Joseph. AJ 7.106 (English) >>Joseph. AJ 7.110

Powered by PhiloLogic